Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.1 Joseph. AJ 14.7 (English) >>Joseph. AJ 14.13

14.5οὗ γενομένου φεύγει πρὸς τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών. 14.6καὶ λόγους ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν ὑπάρχουσαν αὐτῷ κτῆσιν. 14.7ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δʼ ὡς ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου. 14.8

Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν. 14.9Νικόλαος μέντοι φησὶν Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ, περὶ οὗ κατὰ καιρὸν δηλώσομεν. 14.10οὗτος τοίνυν Ἀντίπατρος Ἀντίπας τὸ πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.1 Joseph. AJ 14.7 (English) >>Joseph. AJ 14.13

Powered by PhiloLogic